Τρίτη, 21 Οκτωβρίου 2014

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη Ποίημα Μοναχού Γερασίμου Μικραγιαννανίτου



Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη 
Ποίημα Μοναχού Γερασίμου Μικραγιαννανίτου 






Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί 
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι 
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν 
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα 
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι 
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• 
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. 
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας 
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Ὡς τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος, καί εὐσεβούντων βοηθός καί προστάτης, Μεγαλομάρτυς Ἅγιε Δημήτριε, λύτρωσαι τήν πόλιν σου, συμφορῶν καί κινδύνων, δίδου δέ τοῖς 
σπεύδουσι, τή πανσέπτω σορῶ σου, ἁμαρτημάτων λύσιν καί παθῶν, ταῖς πρός Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμας ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως 
νῦν ἐλευθέρους• οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας 
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν 
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά 
ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί 
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν 
ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν 
ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς 
σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα 
ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή 
εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου 
μόσχους.

Ὠδή ἅ’. Ἦχος πλ. δ’. Ὑγρᾶν διοδεύσας
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰσχύϊ ἀθλήσας τή θεϊκή, Δημήτριε Μάρτυς, ἰσχύν δίδου κατά παθῶν, τή σῆ ἀντιλήψει Ἀθλοφόρε, τοῖς τή θερμή προσίουσι πρεσβεία σου. 
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θαυμάτων παράδοξα ἐνεργῶν, λυτροῦσαι κινδύνων, καί παντοίων ἐπιφορῶν, Δημήτριε Μάρτυς τοῦ Κυρίου, τούς προσίοντας πιστῶς τή πρεσβεία σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἰλέωσαι Μάρτυς ὡς συμπαθής, Χριστόν τόν Σωτήρα, ὡς ἄν εὔρωμεν ἱλασμόν, καί λύσιν παθῶν τέ καί πταισμάτων, οἱ σέ προστάτην πλουτοῦντες Δημήτριε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Μαρία Παρθένε ἡ ἐν σαρκί, Θεόν τετοκυία, τῆς σαρκός μου τάς χαλεπᾶς, ἴασαι ὀδύνας καί ψυχῆς μου, τήν σκοτομήνην φωτί σου διαλυσον.

Ὠδή γ’. Οὐρανίας ἁψίδος…
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ὑπέρ πάντων δυσώπει, τόν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καί περιστάσεως, Μάρτυς Δημήτριε, τούς ἀκλινεῖ διανοία τῷ ναῶ σου σπεύδοντας, καί σέ γεραίροντας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ρῶσιν δίδου σωμάτων, καί τῶν ψυχῶν ἴασιν, καί πολυειδῶν συμπτώματων, τήν ἀπολύτρωσιν, Μάρτυς Δημήτριε, ταῖς πρός Χριστόν ἰκεσίαις, τοῖς θερμῶς προστρέχουσι τή 
προστασία σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. 
Οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, τοῦ πολεμήτορος, Μάρτυς Δημήτριε, καί θεϊκῆς εὐσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, ἀξιοθαύμαστε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Χορηγόν του ἐλέους, καί οἰκτιρμῶν πέλαγος, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε τέξασα, δί’ ἀγαθότητα, ἠμᾶς οἰκτείρησον πάντας, τούς τόν ἀνερμήνευτον, ὑμνοῦντας τόκον σου.
Διασωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. 

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, ἐκ πάσης ὀργῆς, καί θλίψεως ρυόμενος, Δημήτριε πανεύφημε, τούς θερμῶς ἐκβόωντας ἐκ πίστεως. Ἐπερχομένων ἠμᾶς 
συμφορῶν, ἀτρώτους διάσωζε δεόμεθα.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπιφάνηθι Ἅγιε, ἀοράτως ταύτη τή κληρουχία σου, καί τήν λύπην διασκέδασον, τήν νῦν κατασχοῦσαν τάς ψυχᾶς ἠμῶν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ὑπερήφανον δράκοντα, καθ’ἠμῶν τά χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τή κραταιοτάτη προστασία σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μή ἐλλείπης λυτρούμενος πάσης δυσχερείας ταύτην τήν πόλιν σου, ὡς ἐρρύσω ταύτην Ἅγιε, ἀπειλῆς σεισμοῦ καί ὀλεθρεύσεως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Ὡς τεκοῦσα ἐν σώματι, τόν Δημιουργόν Παρθένε τῆς κτίσεως, καθικέτευε δεόμεθα, πάσης ἠμᾶς ρύεσθαι κακώσεως.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Νόσων καί παθῶν, ἀπολύτρωσαι Δημήτριε, τούς προσπίπτοντας τή θεία σου σορῶ, ἐξ ἤς ρέει Παρακλήτου χάρις ἄφθονος.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἤθλησας στερρῶς, καί ἠγίασας τήν πόλιν σου, ταῖς τοῦ αἵματος καί μύρου προχοαῖς, ἤν καί νῦν ἐκ πάσης ρύου Μάρτυς θλίψεως.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μέγαν ἀρωγόν, καί προστάτην συμπαθέστατον, κεκτημένοι σέ οἱ Θεσσαλονικεῖς, κατά χρέος σέ γεραίρουσι Δημήτριε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Ἄλυπον ἠμῶν, τήν ζωήν Παρθένε τήρησον, καί ἐκ πάσης ἀθυμίας τοῦ ἐχθροῦ, τάς ψυχᾶς ἠμῶν ἁπάλλαξον δεόμεθα.

Ὠδή στ’. Τήν δέησιν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σορός σου, Μεγαλομάρτυς ἡ θεία, ὥσπερ ἄλλο ἰλαστήριον θεῖον, Θεσσαλονίκη τή πόλει σου ὤφθη, ἁγιασμόν καί παθῶν ἀπολύτρωσιν, καί ἱλασμόν ἁμαρτιῶν, τοῖς πιστοῖς 
χορηγοῦσα Δημήτριε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σκανδάλων, καί νοσημάτων καί πόνων, καί σεισμοῦ τῆς ὀλεθρίου μανίας, ταῖς πρός Χριστόν ἰκεσίαις σου Μάρτυς, τήν κληρουχίαν σου ἄτρωτον φύλαττε, ὅτι τή σή διά παντός, 
προστασία προστρέχει Δημήτριε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. 
Κινδύνου, ὡς ἐλυτρώσω παμμάκαρ, ἐκ σεισμοῦ τοῦ βαρυτάτου λιταίς σου, Θεσσαλονίκην τήν πόλιν σου Μάρτυς, οὕτως αὐτήν ἀεί ἄτρωτον φύλαττε, ἐπερχομένων συμφορῶν, 
παρρησίαν πλουτῶν πρός τόν Κύριον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τό εἶναι δεδωκῶς πάσι Κόρη, ἐκ τῆς φθορᾶς ἑξαιρούμενος πάντας, τούς προσκυνοῦντας τό μέγα μυστήριον, τοῦ τοκετοῦ σου τοῦ φρικτοῦ, 
Θεοτόκε Παρθένε Πανύμνητε.
Διασωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσαν Μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Πάλαι μέν μύρον εὐῶδες ἀνέβλυζεν, ἡ σή σορός ἡ ἁγία Δημήτριε• νῦν δέ παρέχει τήν χάριν τοῦ Πνεύματος, τοῦ ἐν αὐτή ἐνοικοῦντος μακάριε, τοῖς πίστει καί πόθω προστρέχουσι.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυμθήσεται
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον κατά Λουκᾶν (κά΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ἀπό τῶν ἀνθρώπων• ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν, καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, 
ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθήναι• ἐγώ γάρ 
δώσω ὑμίν στόμα καί σοφίαν, ἡ οὗ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων, καί ἀδελφῶν, καί συγγενῶν, καί 
φίλων, καί θανατώσουσιν ἐξ ὑμῶν. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μού• καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτήσασθε τάς 
ψυχᾶς ὑμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ὅλη μετά πίστεως, τή σῆ θερμή προστασία, Ἅγιε Δημήτριε, σπεύδουσα ἡ πόλις σου ἀνακράζει σοί. Ὡς ποτέ ἔσωσας, καί πολλάκις Μάρτυς, χαλεπῶν μέ περιστάσεων, οὕτω 
διάσωσε, καί ἐπερχομένων κακώσεων, λαόν σου τόν θεοφρονα, τόν εἰλικρινῶς πεποιθότα σοί, πταισμάτων τήν λύσιν, αἰτούμενος ἠμίν παρά Χριστοῦ, καί νοσημάτων τήν ἴασιν, 
καί παθῶν ἐκλύτρωσιν.

Ὁ Ἱερεύς.
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον 
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις 
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• 
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί 
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων 
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν 
σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. 

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Πειρασμῶν ἀδοκήτων, καί σεισμῶν βαρυτάτων ἠμᾶς ἁπάλλαξον, τή σῆ ἐπιστασία, Δημήτριε τρισμάκαρ, τούς ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ὡς λειμών πανευώδης, ἡ σορός τῶν λειψάνων σου πνέει πάντοτε, ὀσμήν ἀθανασίας, ἠμῶν τάς διανοίας, μυστικῶς κατευφραίνουσιν, καί τό δυσῶδες παθῶν, Δημήτριε σοβοῦσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νεκρωθεῖς τή κακία, τή θερμή σου πρεσβεία σπεύδω Δημήτριε, καί πίστει ἐκβοῶ σοί. Νέκρωσον τῶν παθῶν μου, τά σκιρτήματα ἅπαντα, καί ζώωσόν μου τόν νοῦν, τή χάριτί σου Μάρτυς.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Γνώσει λάμπρυνον θεία, τόν ἀγνώμονα νοῦν μου Παρθένε Ἄχραντε, ὡς ἄν τῆς μετανοίας, πορεύσωμαι τάς τρίβους, καί ζωῆς τύχω κρείττονος, ὁ καταφεύγων Ἁγνή, τή κραταιά 
σου σκέπη.

Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἔχει σέ πόλις, Θεσσαλονίκη προστάτην, διά τοῦτο σου Δημήτριε κηρύττει, τάς εὐεργεσίας, καί χάριτος τόν πλοῦτον.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ρύου ἀπαύστως, ἐπιφορῶν καί κινδύνων, τούς προστρέχοντας τοῖς θείοις σου Λειψάνοις, καί τήν σήν πρεσβείαν, Δημήτριε ζητοῦντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀΰλου μύρου, τή μυστική εὐωδία, τῶν παθῶν ἠμῶν τήν δυσωδίαν λύσον, ἴνα σέ τιμῶμεν, Δημήτριε παμμάκαρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Σύ εἰ Παρθένε, ὡς τοῦ Θεοῦ ἠμῶν Μήτηρ, καταφύγιον καί λύτρον ἐν ἀναγκαις, τῶν ὑπερυψούντων, τόν ἄφραστόν σου τόκον.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάσεις ἀναβλύζει, ἡ σεπτή σορός σου, τή ἐπομβρία του Πνεύματος Ἅγιε, τοῖς ἀδιστάκτω καρδία σέ μεγαλύνουσι. 
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Μαστίγων ὀλεθρίων, καί σεισμοῦ μανίας, Θεσσαλονίκην τήν πόλιν σου φύλαττε, Μεγαλομάρτυς Δημήτριε εὐφημοῦσαν σέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Οἱ πίστει προσιόντες, τή σεπτή σορῶ σου, ἐπηρειῶν χαλεπῶν ἁπαλλάττονται, καί κατά χρέος Δημήτριε ἀνυμνούσι σέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Ὑψίστου ἡ καθέδρα, Κεχαριτωμένη, τήν πεπτωκυίαν ψυχήν μου τοῖς πάθεσι, πρός πολιτείας ἁγίας ὕψωσον ἔλλαμψιν.

Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής• χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ἠμῶν πρός τόν Σωτήρα, πρέσβυς θερμοτατος.
Δέδεκται ἐν κόλποις τήν ἱεράν, σορόν σου παμμάκαρ, ὡς οὐράνιον θησαυρόν, ἡ Θεσσαλονίκη, ἤς πάλαι ἐστερήθη, καί πόθω εὐφημεῖ σέ Μάρτυς Δημήτριε.
Λύτρωσαι κινδύνων παντοδαπῶν, Δημήτριε Μάρτυς, καί παντοίων δυσχερειῶν, τούς τήν σήν πρεσβείαν, ἀπό ψυχῆς αἰτοῦντας, καί τή σεπτή σορῶ σου, πίστει προσπίπτοντας.
Ὡς ἐρρύσω Μάρτυς φθορᾶς σεισμοῦ, τήν Θεσσαλονίκην, τή θερμή σου ἐπισκοπῆ, οὕτω ταύτην ρύου, καί πάσαν τήν Ἑλλάδα, ἐπερχομένων πόνων, καί περιστάσεων.
Μύρου εὐωδία τοῦ νοητοῦ, Μυροβλύτα Μάρτυς, ἀποδίωξον ἀφ’ ἠμῶν, παθῶν ἀκαθάρτων, τήν δυσωδίαν θάττον, καί τῶν πταισμάτων αἴτει, ἠμίν τήν ἄφεσιν.
Ἴδε τούς ἐστώτας πανευλαβῶς, τή σεπτή σορῶ σου, Μυροβλύτα Μάρτυς σοφέ καί ἄπασι δίδου, τάς σωτηρίους δόσεις, τήν καθ’ ἠμῶν μανίαν, λύων τοῦ δράκοντος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον, τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον Ἦχος γ’.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σέ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὔν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἐν τῷ σταδίω θαρρύνας τόν Νέστορα, οὕτως 
ἅγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Ἡ Αἴτησις ἱερέως…
Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις λειψάνοις, καί δυσωποῦντες σέ, Ἅγιε Δημήτριε, Μεγαλομάρτυς Χριστοῦ, ρύσαι πάσης κακώσεως, σεισμοῦ τέ ἀνάγκης, 
καί παντοίων θλίψεων, ψυχῆς καί σώματος, ἔχων πρός Χριστόν παρρησίαν, καί πληρῶν ἀεί τάς αἰτήσεις, τῶν εἰλικρινῶς μακαριζόντων σέ.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.  

       ΑΠΟΛΥΤΙΚΙΟΝ ΜΕΤΑΚΟΜΙΔΗΣ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ 
                   Ποίημα Μοναχού Γερασίμου Μικραγιαννανίτου 
                        ΄Ηχος πλ. Α΄ Τον συνάναρχον Λόγον 

 Των σεπτών σου λειψάνων την μετακόμισιν,από Δυσμών προς την πόλιν Θεσσαλονίκην σοφέ,εορτάζοντες λαμπρώς ανευφημούμεν σε,ότι ηυδόκησας ελθείν,ταύτα πάλιν εις την γήν,Δημήτριε την πατρώαν,ήτις εν σοί καυχωμένη , αίνόν σοι,άδει χαριστήριον






Παρουσιάζεται στην Αθήνα η νέα ΜΚΟ της Ι.Μονής του Θεοβαδίστου Όρους Σινά

Η πρώτη επίσημη παρουσίαση των δράσεων της νεοσύστατης Μη Κερδοσκοπικής Οργάνωσης «ΚΛΗΡΟΝΟΜΙΑ» θα λάβει χώρα την Τετάρτη 22 ...