Δευτέρα, 1 Μαΐου 2017

ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΗΝ ΑΓΙΑ ΜΥΡΟΦΟΡΟ ΜΑΡΙΑ ΤΗΝ ΜΑΓΔΑΛΗΝΗ

Οἴκοι 24 εἰς τήν ἁγίαν Μυροφόρον καί ἰσαπόστολον τοῦ Χριστοῦ Μαρίαν τήν Μαγδαληνήν


Κοντάκιον, Ἦχος, πλ. δ'. Τῇ Ὑπερμάχῳ. 
Τῇ Μυροφόρῳ εὐλαβῶς τόν ὕμνον μέλψωμεν, Μαρία πάντες ἐν ὠδαῖς συμφώνως ἄδοντες, ἀπαστράπτει γάρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ, καί παρέχει τάς ἰάσεις τοῖς προστρέχουσι, τῇ σορῷ χειρός αὐτῇς πάσιν ἐκ πίστεως, καί κραυγάζουσι· Χαίροις Λόγου Μαθήτρια. 

Ἄγγελοι οὐρανόθεν, ἐξεπλάγησαν θεῖοι, τολμήματι τῷ σῷ Μυροφόρε· (εκ γ'.) πῶς ἄτρομος σύ μόνη νυκτός πρός τόν Τάφον Χριστοῦ δραμοῦσα, ἔγερσιν κατεῖδες τήν αὐτοῦ πρώτη· ὤ χάριτος! ἡμεῖς δέ σοι βοῶμεν: 
Χαῖρε αὐγή ἡ τηλαυγεστάτη· χαῖρε λαμπάς ἡ παμφαεστάτη. 
Χαῖρε Μυροφόρων σεπτόν ἀκροθίνιον· χαῖρε Ἀποστόλων σοφῶν μηνυτήριον.
Χαῖρε θείων ἡ οἰκήσασα σύν Ἀγγέλων τοῖς χοροῖς· χαῖρε θείας ἀπολαύσασα Παραδείσου τῆς τρυφής. 
Χαῖρε ὅτι τῷ κάλλει ἡλιόμορφος ὤφθης· χαῖρε ὅτι τῷ εἴδει ἀστραπή καθωράθης. 
Χαῖρε Χριστοῦ ἡ πρώτη Μαθήτρια· χαῖρε πασῶν τῶν ἄλλων ἡ πρόκριτος. 
Χαῖρε Χριστοῦ τῷ φίλτρῷ φλεχθεῖσα· χαῖρε Χριστοῦ στοργῇ ἡ θελχθεῖσα. 

Χαίροις Λόγου Μαθήτρια. 

Βλέπουσα ἡ Μαρία, ἐν Σταυρῷ τόν Σωτήρα, κρεμάμενον ὑπέρ κόσμου λύτρον, σύν Μαρίᾳ Παρθένῳ Μητρί, γοερῶς θρηνοῦσα παρειάς ἔξαινε, καί σύν Παρθένῳ Μαθητῇ ἐν πίστει ἔψαλλε τόν θεῖον ὕμνον· 
Ἀλληλούια. 
Γνώσιν ἔνθεον σχοῦσα, Μυροφόρε Μαρία, ἐβόας παρανόμοις ἐντόνως· πῶς τόν Πλάστην Θεόν τοῦ παντός, ὅν πᾶσα ἡ κτίσις ὑμνεῖ, σταυρῷ ἡπλώσατε ἀδίκῳ φθόνῳ ἄθλιοι; διό ὑμνοῦντές σε βοῶμεν· 
Χαῖρε στερρόν τῆς πίστεως τεῖχος· χαῖρε πολλήν ἡ σχοῦσα τήν γνώσιν. 
Χαῖρε τῆς Ἁγίας Τριάδος τό κήρυγμα· χαῖρε καθελοῦσα θρησκείαν τήν ἄθεον. 
Χαῖρε φῶς ἰδοῦσα ἄχρονον ἐν τῷ Τάφῳ τοῦ Χριστοῦ· χαῖρε ὅτι τήν Ἀνάστασιν ἀνεκήρυξας σπουδῇ. 
Χαῖρε ἡ ἐν καρδία τρέφουσα θεῖον ζῆλον· χαῖρε ἡ εὐωδίαν πνέουσα ἐν χειρί σου. 
Χαῖρε κρουνός δογμάτων ἀκένωτος· χαῖρε πηγή θαυμάτων ἀέναος. 
Χαῖρε χαρά τῶν εἰς σέ προστρεχόντων· χαῖρε ἐτοίμη βοηθός τοῖς βοῶσι. 

Χαίροις Λόγου Μαθήτρια. 

Δύναμις τοῦ Ὑψίστου, ἐνεθάρρυνε πάντως, σεπτήν Μαγδαληνήν Μυροφόρον, δειλιᾶσαι μηδόλως ὁρμήν τῶν φυλάκων, Ἑβραίων τ' ὀργήν, σπεύδουσαν ἐλθεῖν Χριστοῦ σῶμα μυρίσαι, ὕμνον Θεῷ βοῷσαν· 
Ἀλληλούϊα. 


Ἔχουσα ἡ Μαρία, τῆς Τριάδος τήν πίστιν, διέδραμεν εἰς Ῥώμην τῷ ζήλῳ. Βασιλέα εἰς ἄμυναν δέ ἐκκινεῖ Πιλάτου, ὅς Θεόν ἔκτεινεν, Ἑβραίων θεομάχων τε, πρός ἥν ἡμεῖς νῦν προσφωνοῦμεν· Χαῖρε Χριστοῦ ἐγέρσεως κήρυξ, χαῖρε Ἐδέμ τήν θείαν οἰκοῦσα.
Χαῖρε ἡ μανίαν ἀνομων ἐλέγξασα, χαῖρε ἡ φθαρτά πάντα μισήσασα.
Χαῖρε ὅτι κόσμον ἅπαντα ηὔγασας σαῖς διδαχαῖς, χαῖρε πάντας ἡ λαμπρύνασα ἀστραπαῖς σου φαειναῖς.
Χαῖρε ὅτι θαυμάτων αὐτουργός ἀνεδείχθης, χαῖρε νάουσα κρήνη ἰαμάτων φανεῖσα.
Χαῖρε κρατήρ τοῦ νέκταρος πάροχε, χαῖρε λουτήρ καθάρσιος πέλουσα.
Χαῖρε δι' ἧς ἀθυμία παρῆλθε, χαῖρε δι' ἧς ἡ χαρά ἀντεισήλθε.
Χαίροις Λόγου Μαθήτρια.


Ζῆλον ἔνθεον σχοῦσα, ἡ θεόφρων Μαρία, Χριστοῦ τάφῳ πρωί λίαν ἧλθε· καί Ἀγγέλους δύο φαεινούς ἐν αὐτῷ ἰδοῦσα, σπουδῇ ἤρετο· μαθοῦσα δέ τήν ἔγερσιν Χριστοῦ ἔν πίστει ἔφη·

Ἀλληλούϊα. 


Ἤκουσας ὧ Μαρία, Μυροφόρε Κυρίου, Ἀγγέλων παρά θείων, ἀνέστη ἐκ τοῦ Τάφου Χριστός ὡς Θεός. Καί χαρᾷ Μαθηταῖς ἐν σπουδῇ ἤγγειλας· οἱ σπεύδοντες προσῆλθον ἐν τῷ Τάφῳ τοῦ ἰδεῖν· ἡμεῖς δέ σοι βοῶμεν·
Χαῖρε Χριστόν ἐνθέρμως ποθοῦσα, χαῖρε αὐτόν σπουδῇ ἐκζητοῦσα.
Χαῖρε τόν Χριστόν ἀγαπῶσα θερμότατα, χαῖρε πρός αὐτόν φίλτρον ἄπλετον τρέφουσα.
Χαῖρε νάμα ὅ ἐξέρρευσε παραδόξως ἐξ Ἐδέμ, χαῖρε πόμα ὅ ἀνέψυξε τούς τακέντας ἐξ Ἀδάμ. Χαῖρε τῶν εὐσεβούντων ἡ στερέμνιος βάσις, χαῖρε τῶν ἀσεβούντων παντελής ὄντως πτῶσις. Χαῖρε Χριστοῦ φωνῆς ἡ ἀκούσασα, χαῖρε ταχύ ἡ τοῦτον κηρύξασα.
Χαῖρε τερπνή χελιδών κελαδοῦσα, χαῖρε σεπτή Μυροφόρε Κυρίου.

Χαῖροις Λόγου Μαθήτρια. 

Θαυμαστή ἐν τῷ κόσμῳ ἡ Μαρία ἐδείχθη, τάς νόσους θεραπεύουσα πάντων, τῶν ἐν πίστει αὐτῆς τήν σεπτήν, αἰτουμένων χεῖρα βοηθόν, πάθη τε αὐτήν προσπτυσσομένων ἐξαλείφουσα ποικίλα, καί Θεῷ βοώντων· 
Ἀλληλούϊα. 


Ἴθυνάς σου τούς πόδας, πρός οὐράνιον δρόμον, Μαρία Ἰσαπόστολε ὄντως, ὡς ποθοῦσα Χριστόν τόν Θεόν· ὅθεν τοῦτον κλαίουσα, σπουδῇ ἔδραμες, μυρίσαι ἐν τῷ Τάφῳ ὥς νεκρόν ἡμεῖς δέ σοι βοῶμεν· 
Χαῖρε κλεινός βλαστός τῶν Μαγδάλων, χαῖρε τερπνόν γυναικῶν τό κλέος. 
Χαῖρε Ἀποστόλων χορείαν φαιδρύνουσα, χαῖρε τῶν Ἀγγέλων τάς τάξεις ἡδύνουσα. 
Χαῖρε ζόφον πλάνης λύσασα· σῷ κηρύγματι σοφή, χαῖρε κόσμον καταυγάσασα θείᾷ λάμψει σου σεμνή. 
Χαῖρε Ἡλίου δίκην ἡ ἀκτινοβολοῦσα, χαῖρε κηλίδα ὅλως ἡ μή σχοῦσα σπιλοῦσαν. 
Χαῖρε Ἑβραίων πλάνην πατήσασα, χαῖρε ἀπίστους σκότους λυτρώσασα. 
Χαῖρε σήν χάριν σοῖς δούλοις διδοῦσα, χαῖρε ἀεί σε αἰτοῦσι παροῦσα. 

Χαίροις Λόγου Μαθήτρια. 

Κόσμου παθῶν ἡδέων, μεριμνῶν σαρκικῶν τε ἠλόγησας θεόφρον Μαρία, Μυροφόρων σεπτῶν καλλονή, καί διάγουσα βίον ἀγνόν, ἔγερσιν ἰδεῖν κατηξιώθης τοῦ Χριστοῦ, καί χαρμονῆς πλησθεῖσα ἔφης· 
Ἀλληλούϊα. 

Λάμψασα ἡ Μαρία, ὡς φωστήρ ἐν τῷ κόσμῳ, ἐδίωξε τῆς πλάνης τόν ζόφον, ἐν αὐτῷ δέ πίστιν Χριστοῦ, ὡς κηρύξασα ἡ Ἰσαπόστολος, ἀκούει παρ' ἡμῶν ἀδόντων ταῦτα: 
Χαῖρε λαοῦ εὐσεβοῦντος σθένος· χαῖρε ἡμῶν σε τιμώντων τεῖχος.
Χαῖρε πρό θανάτου τελοῦσα τεράστια· χαῖρε μετά πότμον τελοῦσα θαυμάσια.
Χαῖρε ὅτι ὑπεχώρησε πᾶσα πλάνη διά σοῦ, χαῖρε ὅτι ἐπεσκίασε πᾶσα χάρις ἐπί σέ.
Χαῖρε ἡ δοξασθεῖσα ἰσαγγέλως ἐν κόσμῳ· χαῖρε ὅτι αὐγάζεις ὡς πλειάς ἐν τῷ πόλῳ.
Χαῖρε χορούς Ἁγίων ἡδύνουσα, χαῖρε Χριστῷ σύν τούτοις πρεσβεύουσα.
Χαῖρε Θεόν σύν Ἀγγέλοις ὑμνοῦσα· χαῖρε ἀνθρώπων τό γένος κοσμοῦσα.

Χαίροις Λόγου Μαθήτρια. 

Μένουσα ἐν Ἐφέσῳ, Ἰσαπόστολε Λόγου, παρά τῷ Μαθητῇ Θεολόγῳ, Ἰωάννη, Μαρία, Θεῷ, τό σόν πνεῦμα παρατέθεικας, τό σῶμα σου δέ ἐλιπες ἡμῖν, Θεῷ βοῶσιν οὕτως:

Ἀλληλούϊα.

Νέον ἄσωμεν ὕμνον, ἐπαξίως Μαρία, Χριστοῦ Μαγδαληνή Μυροφόρῳ, ἧς σορόν μυριπνόου χειρός, προσκυνοῦντες πίστει ἄπαντες, πνέουσαν θείων θαυμάτων χάριτας, ὑμνήσωμεν αὐτήν βοῶντες:
Χαῖρε Ἀγγέλων Θεοῦ τό θαύμα· χαῖρε τό καύχημα τῶν ἀνθρώπων.
Χαῖρε τό σεπτόν Χριστοῦ σῶμα μυρίσασα· χαῖρε ἡ ὀσμῆς πιστούς θείας πληρώσασα.
Χαῖρε στέφανον ἀμάραντον δεξαμένη πρός Χριστοῦ· χαῖρε θάλαμον οὐράνιον κατοικοῦσα παρ' αὐτῷ.
Χαῖρε ὅτι ἐστέφθης λαμπρῷ δόξης στεφάνῳ· χαῖρε ὅτι συνήφθης ταῖς χορείαις τῶν ἄνω.
Χαῖρε ὀδόν τήν θείαν βαδίσασα· χαῖρε ὑψίστους δόμους οἰκήσασα.
Χαῖρε λαμπτήρ Χριστωνύμων ἁπάντων· χαῖρε βολίς τῶν πανσέπτων χαρίτων.

Χαίροις Λόγου Μαθήτρια. 

Ξένα ὅλως ὑπάρχει, καί παράδοξα ὄντως, Μαρία κυριώνυμε Κόρη, κατορθώματά σου· εὐθαρσῶς γάρ εἰς τό μνῆμα Χριστοῦ ἐν σπουδῇ ἔδραμες, καί πρώτη τήν Άνάστασιν αὐτοῦ ἰδοῦσα, ὕμνεις οὕτως:
Ἀλληλούια. 

Ὅλον ἔχουσα στέρνοις, ἐν τοῖς σοῖς Μυροφόρε, Χριστόν τόν τοῦ Θεοῦ Θεόν Λόγον, ὅλη πνεύματι ἄνω σύ εἶ, καί σορόν σου χαρίτων πλουτεῖς ἅπαντας , προφθάνουσα τούς ἐπικαλουμένους σε καί σοί βοῶντας:

Χαῖρε Χριστοῦ Μυροφόρων δόξα· χαῖρε αὐτοῦ Ἀποστόλων μοῦσα.
Χαῖρε τό ἁγνόν τοῦ Θεοῦ οἰκητήριον· χαῖρε τό σεπτόν τοῦ Κυρίου ἐκλόγιον.
Χαῖρε ρῶσιν ἡ παρέχουσα ἀσθενοῦσι δαψιλώς, χαῖρε βλέπειν ἡ βραβεύουσα ἀβλεπτοῦσιν ἐντελῶς.
Χαῖρε τοῖς ὑμνηταῖς σου χάριν πᾶσαν διδοῦσα, χαῖρε σέ προσκυνοῦσιν ἴασιν χορηγοῦσα.
Χαῖρε Χριστόν τοῖς πᾶσι κηρύξασα· χαῖρε πηροῦ τό φῶς ἡ λαμπρύνασα.
Χαῖρε σεπτή Μυροφόρε Κυρίου, χαῖρε Θεοῦ Ἰσαπόστολε Λόγου.
Χαίροις Λόγου Μαθήτρια.

Πᾶσαν χάριν ἐδέξω, πρός Χριστοῦ Μυροφόρε, καί ταύτας τοῖς αἰτοῦσί σε δίδως· ἐκ παντοίας γάρ νόσου δεινῆς, καί ἀκρίδος τῆς πληγῆς, ἅπαντας τούς προσιόντας σοι λυτροῦσαι καί κινδύνων, ἰᾶσαι δαιμονῶντάς τε· Διό Θεῷ βοῶμεν:
Ἀλληλούϊα. 

Ρεῖθρα βλύζει θαυμάτων, ἡ σορός τῆς χειρός σου, Μαρία ἡ πανεύοσμος πᾶσι, τοῖς ἐν πίστει καί πόθῷ αὐτήν, προσκυνοῦσι καί σώζει δεινῶν ἅπαντας, ἐγείρει γηθοσύνως δέ πρός σέ βοᾷν τόν ὕμνον:
Χαῖρε τό ἄνθος τῆς ἀφθαρσίας· χαῖρε τό κάλλος τής ἀϋλίας.
Χαῖρε Μαθητῶν τοῦ Χριστοῦ ἡ προβαίνουσα, χαῖρε τό φαιδρόν τῶν πιστών ἀγαλλίαμα.
Χαῖρε ὅτι σύ δεδόξασαι ἔν τε γῇ καί οὐρανοῖς· χαῖρε ὅτι καί νενύμφευσαι τῷ τών ὅλων Ποιητῇ. Χαῖρε ὅτι διώκεις τῶν δαιμόνων τά στίφη· χαῖρε ὅτι ἐλαύνεις τάς κακούργων ἐφόδους.
Χαῖρε πιστῶν προπύργιον ἄσειστον· χαῖρε ἡμῶν χαράκωμα πέλουσα.
Χαῖρε ζωῆς αἰωνίου τρυφῶσα· χαῖρε φωτός ἀκήρατου πλησθεῖσα.

Χαίροις Λόγου Μαθήτρια. 

Σώσον πάντας τούς πίστει, τήν σορόν τῆς σεπτῆς σου χειρός Μαγδαληνή προσκυνοῦντας, προσιόντας τε πόθῳ σοι νῦν, καί τελοῦντας μνήμην σου ἀεί ἔνδοξε, ἐκ πάσης περιστάσεως καί βλάβης, τῷ Θεῷ βοῶντας:
Ἀλληλούϊα. 

Τεῖχος εἶ τῆς σῆς Ποίμνης, Μυροφόρε Μαρία, καί πάντων τῶν εἰς σέ προστρεχόντων· τόν γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, ἀνεκήρυξας σύ Ποιητήν πάνσεμνε, ἀπίστους ἐπιστρέφουσα, τούς δέ πιστούς στηρίζουσα, πρός σέ βοῶντας ταῦτα:
Χαῖρε δαιμόνων ἡ καθαιρέτις· χαῖρε εἰδώλων ἡ καταλύτις.
Χαῖρε πλανωμένων ὀξεῖα ἀντίληψις· χαῖρε λυπουμένων ταχεῖα ἐπίσκεψις.
Χαῖρε πλάνης κατασβέσασα ἀθεΐας τε πυράν· χαῖρε σκότος διαλύσασα ἀπιστίας καί φοράν.
Χαῖρε ἐκδυσωποῦσα τόν Θεόν ὑπέρ πάντων· χαῖρε συμπαθεστάτη θλιβομένων προστάτις.
Χαῖρε Χριστόν γενναίως κηρύξασα· χαῖρε τρυφῆς αὐτοῦ ἀπολαύσασα.
Χαῖρε δι' ἦς Ἰουδαῖοι νεκροῦνται· χαῖρε δι' ἦς ὁ σατάν καθαιρεῖται.

Χαίροις Λόγον Μαθήτρια.

Ὕμνοις ὧ Μυροφόρε, ἡ σή χείρ ἐν τῷ Τάφῳ, Κυρίου προσεκόμισε μύρα, ἐφ' ᾦ δή ἀνυμνοῦντες αὐτήν, οὐδέν τελοῦμεν ἄξιον, ἀλλ' οὖν εὐχαριστοῦντες τῷ Θεῷ, ὕμνον αὐτῷ ἀεί βοῶμεν: 

Ἀλληλούϊα. 

Φωτοφόρος ἡ χείρ σου, ὤφθη ὄντως Μαρία, ἡ χάρις γάρ αὐτῆς ὡς φῶς λάμπει· προσιοῦσι δ' ἡμῖν εὐλαβῶς, τῶν ἰάσεων νέμει πληθύν ἅπασι, καί σκότους τῶν παθῶν ἡμᾶς λυτροῦται πρός αὐτήν βοῶντας: 
Χαῖρε τερπνῶν Παραδείσου χύσις· χαῖρε παθῶν δυσωδίας λύσις. 
Χαῖρε σωτηρίου φωτός ἡ διάδοσις· χαῖρε τῶν χαρίτων αὐτοῦ ἡ ἐπίδοσις. 
Χαῖρε μύρα εὐωδέστατα ἡ πηγάζουσα πιστοῖς· χαῖρε ρεῖθρα τῶν ἰάσεων ἡ προχέουσα λαοῖς. Χαῖρε ἡμᾶς ἐλαίῳ ἱλαρύνουσα θείῷ· χαῖρε ψυχάς εὐόσμῳ ἡ μυρίζουσα μύρῷ. 
Χαῖρε τοῦ θείου Πνεύματος οἴκημα· χαῖρε πιστῶν ἁπάντων ἐντρύφημα. 
Χαῖρε σοφή θεραπεύουσα νόσους· χαῖρε σεμνή ἐκδιώκουσα πάθη. 

Χαίροις Λόγου Μαθήτρια. 

Χεῖρά σου τήν ἁγίαν, Μυροφόρε Μαρία, πλουτοῦντες προσφωνοῦμέν σοι Χαῖρε· διά σοῦ γάρ τόν μόνον Θεόν, ἐν Τριάδι σέβειν καί ὑμνεῖν ἔγνωμεν, καί σκότους ἀπηλλάγημεν βοῶντες πρός αὐτόν τόν ὕμνον: 
Ἀλληλούϊα. 

Ψάλλοντές σου τήν χάριν, τῶν θαυμάτων ἐκ πόθου, κυκλοῦμεν τήν σορόν τῆς χειρός σου· ἐκ δεινῶν γάρ πολλῶν δι' αὐτῆς, καί κινδύνων πάντων καί παθῶν ἅπαντες, λυτρούμεθα προστρέχοντες, καί πόθῳ ἐκβοῶμέν σοι ταῦτα: 
Χαῖρε τοῦ θείου φωτός φορεῖον, χαῖρε πυρσός τῶν αὐτοῦ χαρίτων.
Χαῖρε μυροδόχον ἀγγεῖον τοῦ Πνεύματος· χαῖρε μυροθήκη τερπνή θείας χάριτος.
Χαῖρε ὅτι τό σόν λείψανον ὀσμήν πέμπει δαψιλῶς· χαῖρε ὅτι χαρακτήρ ὁ σός τέρπει πάντας τούς πιστούς.
Χαῖρε πάντα ἀφεῖσα καί Χριστόν πριαμένη· χαῖρε δόξαν καί χάριν παρ' αὐτῷ εὐραμένη.
Χαῖρε φθαρτά παρεῖδες γάρ ἅπαντα· χαῖρε οὐράνια ἀπολαύσασα.
Χαῖρε ἡμῶν πρεσβευτής καί μεσίτις· χαῖρε πιστῶν ἡ ἐτοίμη προστάτις.

Χαίροις Λόγου Μαθήτρια. 

Ὦ Μαθήτρια Λόγου, Μυροφόρε Μαρία, Χριστοῦ τῶν Μυροφόρων ἀκρότης (ἐκ γ') τό ἐφύμνιον τόδε τά νῦν, προσφερόμενόν σοι εὐμενῶς πρόσδεξαι, καί ἐκ παντοίων λύτρωσαι κακώσεων τούς μελωδοῦντας:
Ἀλληλούϊα. 

Κοντάκιον, Ἦχος, πλ. δ'. Τῇ ὑπερμάχῳ. 
Τῇ Μυροφόρῳ εὐλαβῶς τόν ὕμνον μέλψωμεν, Μαρία πάντες ἐν ὠδαῖς συμφώνως ἄδοντες, ἀπαστράπτει γάρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ, καί παρέχει τάς ἰάσεις τοῖς προστρέχουσι, τῇ σορῷ χειρός αὐτῇς πάσιν ἐκ πίστεως, καί κραυγάζουσι· Χαίροις Λόγου Μαθήτρια. 








Παρουσιάζεται στην Αθήνα η νέα ΜΚΟ της Ι.Μονής του Θεοβαδίστου Όρους Σινά

Η πρώτη επίσημη παρουσίαση των δράσεων της νεοσύστατης Μη Κερδοσκοπικής Οργάνωσης «ΚΛΗΡΟΝΟΜΙΑ» θα λάβει χώρα την Τετάρτη 22 ...